menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Matthew 6 13 και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου
Matthew 6 14 εαν γαρ αφητε τοις ανθρωποις τα παραπτωματα αυτων αφησει και υμιν ο πατηρ υμων ο ουρανιος
Matthew 6 15 εαν δε μη αφητε τοις ανθρωποις ουδε ο πατηρ υμων αφησει τα παραπτωματα υμων
Matthew 6 16 οταν δε νηστευητε μη γινεσθε ως οι υποκριται σκυθρωποι αφανιζουσιν γαρ τα προσωπα αυτων οπως φανωσιν τοις ανθρωποις νηστευοντες αμην λεγω υμιν απεχουσιν τον μισθον αυτων
Matthew 6 17 συ δε νηστευων αλειψαι σου την κεφαλην και το προσωπον σου νιψαι
Matthew 6 18 οπως μη φανης τοις ανθρωποις νηστευων αλλα τω πατρι σου τω εν τω κρυφαιω και ο πατηρ σου ο βλεπων εν τω κρυφαιω αποδωσει σοι
Matthew 6 19 μη θησαυριζετε υμιν θησαυρους επι της γης οπου σης και βρωσις αφανιζει και οπου κλεπται διορυσσουσιν και κλεπτουσιν
Matthew 6 20 θησαυριζετε δε υμιν θησαυρους εν ουρανω οπου ουτε σης ουτε βρωσις αφανιζει και οπου κλεπται ου διορυσσουσιν ουδε κλεπτουσιν
Matthew 6 21 οπου γαρ εστιν ο θησαυρος σου εκει εσται και η καρδια σου
Matthew 6 22 ο λυχνος του σωματος εστιν ο οφθαλμος εαν η ο οφθαλμος σου απλους ολον το σωμα σου φωτεινον εσται
Matthew 6 23 εαν δε ο οφθαλμος σου πονηρος η ολον το σωμα σου σκοτεινον εσται ει ουν το φως το εν σοι σκοτος εστιν το σκοτος ποσον
Matthew 6 24 ουδεις δυναται δυσι κυριοις δουλευειν η γαρ τον ενα μισησει και τον ετερον αγαπησει η ενος ανθεξεται και του ετερου καταφρονησει ου δυνασθε θεω δουλευειν και μαμωνα
Matthew 6 25 δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι υμων τι ενδυσησθε ουχι η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος
Matthew 6 26 εμβλεψατε εις τα πετεινα του ουρανου οτι ου σπειρουσιν ουδε θεριζουσιν ουδε συναγουσιν εις αποθηκας και ο πατηρ υμων ο ουρανιος τρεφει αυτα ουχ υμεις μαλλον διαφερετε αυτων
Matthew 6 27 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα

Page:   6 7 8 9 10 11 12 13 14 15 16