menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Matthew 6 28 και περι ενδυματος τι μεριμνατε καταμαθετε τα κρινα του αγρου πως αυξανουσιν ου κοπιωσιν ουδε νηθουσιν
Matthew 6 29 λεγω δε υμιν οτι ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων
Matthew 6 30 ει δε τον χορτον του αγρου σημερον οντα και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεννυσιν ου πολλω μαλλον υμας ολιγοπιστοι
Matthew 6 31 μη ουν μεριμνησητε λεγοντες τι φαγωμεν η τι πιωμεν η τι περιβαλωμεθα
Matthew 6 32 παντα γαρ ταυτα τα εθνη επιζητουσιν οιδεν γαρ ο πατηρ υμων ο ουρανιος οτι χρηζετε τουτων απαντων
Matthew 6 33 ζητειτε δε πρωτον την βασιλειαν και την δικαιοσυνην αυτου και ταυτα παντα προστεθησεται υμιν
Matthew 6 34 μη ουν μεριμνησητε εις την αυριον η γαρ αυριον μεριμνησει εαυτης αρκετον τη ημερα η κακια αυτης
Matthew 7 1 μη κρινετε ινα μη κριθητε
Matthew 7 2 εν ω γαρ κριματι κρινετε κριθησεσθε και εν ω μετρω μετρειτε μετρηθησεται υμιν
Matthew 7 3 τι δε βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου την δε εν τω σω οφθαλμω δοκον ου κατανοεις
Matthew 7 4 η πως ερεις τω αδελφω σου αφες εκβαλω το καρφος εκ του οφθαλμου σου και ιδου η δοκος εν τω οφθαλμω σου
Matthew 7 5 υποκριτα εκβαλε πρωτον εκ του οφθαλμου σου την δοκον και τοτε διαβλεψεις εκβαλειν το καρφος εκ του οφθαλμου του αδελφου σου
Matthew 7 6 μη δωτε το αγιον τοις κυσιν μηδε βαλητε τους μαργαριτας υμων εμπροσθεν των χοιρων μηποτε καταπατησουσιν αυτους εν τοις ποσιν αυτων και στραφεντες ρηξωσιν υμας
Matthew 7 7 αιτειτε και δοθησεται υμιν ζητειτε και ευρησετε κρουετε και ανοιγησεται υμιν
Matthew 7 8 πας γαρ ο αιτων λαμβανει και ο ζητων ευρισκει και τω κρουοντι ανοιγησεται

Page:   7 8 9 10 11 12 13 14 15 16 17