menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Matthew 7 24 πας ουν οστις ακουει μου τους λογους τουτους και ποιει αυτους ομοιωθησεται ανδρι φρονιμω οστις ωκοδομησεν αυτου την οικιαν επι την πετραν
Matthew 7 25 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεπεσαν τη οικια εκεινη και ουκ επεσεν τεθεμελιωτο γαρ επι την πετραν
Matthew 7 26 και πας ο ακουων μου τους λογους τουτους και μη ποιων αυτους ομοιωθησεται ανδρι μωρω οστις ωκοδομησεν αυτου την οικιαν επι την αμμον
Matthew 7 27 και κατεβη η βροχη και ηλθον οι ποταμοι και επνευσαν οι ανεμοι και προσεκοψαν τη οικια εκεινη και επεσεν και ην η πτωσις αυτης μεγαλη
Matthew 7 28 και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους εξεπλησσοντο οι οχλοι επι τη διδαχη αυτου
Matthew 7 29 ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις αυτων
Matthew 8 1 καταβαντι δε αυτω απο του ορους ηκολουθησαν αυτω οχλοι πολλοι
Matthew 8 2 και ιδου λεπρος προσελθων προσεκυνει αυτω λεγων κυριε εαν θελης δυνασαι με καθαρισαι
Matthew 8 3 και εκτεινας την χειρα ηψατο αυτου λεγων θελω καθαρισθητι και ευθεως εκαθερισθη αυτου η λεπρα
Matthew 8 4 και λεγει αυτω ο ιησους ορα μηδενι ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκον το δωρον ο προσεταξεν μωυσης εις μαρτυριον αυτοις
Matthew 8 5 εισελθοντος δε αυτου εις καφαρναουμ προσηλθεν αυτω εκατονταρχης παρακαλων αυτον
Matthew 8 6 και λεγων κυριε ο παις μου βεβληται εν τη οικια παραλυτικος δεινως βασανιζομενος
Matthew 8 7 λεγει αυτω εγω ελθων θεραπευσω αυτον
Matthew 8 8 αποκριθεις δε ο εκατονταρχης εφη κυριε ουκ ειμι ικανος ινα μου υπο την στεγην εισελθης αλλα μονον ειπε λογω και ιαθησεται ο παις μου
Matthew 8 9 και γαρ εγω ανθρωπος ειμι υπο εξουσιαν εχων υπ εμαυτον στρατιωτας και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει

Page:   9 10 11 12 13 14 15 16 17 18 19