menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Matthew 8 10 ακουσας δε ο ιησους εθαυμασεν και ειπεν τοις ακολουθουσιν αμην λεγω υμιν ουδε εν τω ισραηλ τοσαυτηνν πιστιν ευρον
Matthew 8 11 λεγω δε υμιν οτι πολλοι απο ανατολων και δυσμων ηξουσιν και ανακλιθησονται μετα αβρααμ και ισαακ και ιακωβ εν τη βασιλεια των ουρανων
Matthew 8 12 οι δε υιοι της βασιλειας εξελευσονται εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων
Matthew 8 13 και ειπεν ο ιησους τω εκατονταρχη υπαγε ως επιστευσας γενηθητω σοι και ιαθη ο παις εν τη ωρα εκεινη
Matthew 8 14 και ελθων ο ιησους εις την οικιαν πετρου ειδεν την πενθεραν αυτου βεβλημενην και πυρεσσουσαν
Matthew 8 15 και ηψατο της χειρος αυτης και αφηκεν αυτην ο πυρετος και ηγερθη και διηκονει αυτω
Matthew 8 16 οψιας δε γενομενης προσηνεγκαν αυτω δαιμονιζομενους πολλους και εξεβαλεν τα πνευματα λογω και παντας τους κακως εχοντας εθεραπευσεν
Matthew 8 17 οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος αυτος τας ασθενειας ημων ελαβεν και τας νοσους εβαστασεν
Matthew 8 18 ιδων δε ο ιησους πολλους οχλους περι αυτον εκελευσεν απελθειν εις το περαν
Matthew 8 19 και προσελθων εις γραμματευς ειπεν αυτω διδασκαλε ακολουθησω σοι οπου εαν απερχη
Matthew 8 20 και λεγει αυτω ο ιησους αι αλωπεκες φωλεους εχουσιν και τα πετεινα του ουρανου κατασκηνωσεις ο δε υιος του ανθρωπου ουκ εχει που την κεφαλην κλινη
Matthew 8 21 ετερος δε των μαθητων ειπεν αυτω κυριε επιτρεψον μοι πρωτον απελθειν και θαψαι τον πατερα μου
Matthew 8 22 ο δε λεγει αυτω ακολουθει μοι και αφες τους νεκρους θαψαι τους εαυτων νεκρους
Matthew 8 23 και εμβαντι αυτω εις το πλοιον ηκολουθησαν αυτω οι μαθηται αυτου
Matthew 8 24 και ιδου σεισμος μεγας εγενετο εν τη θαλασση ωστε το πλοιον καλυπτεσθαι υπο των κυματων αυτος δε εκαθευδεν

Page:   10 11 12 13 14 15 16 17 18 19 20