menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Matthew 4 11 τοτε αφιησιν αυτον ο διαβολος και ιδου αγγελοι προσηλθον και διηκονουν αυτω
Matthew 4 12 ακουσας δε οτι ιωαννης παρεδοθη ανεχωρησεν εις την γαλιλαιαν
Matthew 4 13 και καταλιπων την ναζαρα ελθων κατωκησεν εις καφαρναουμ την παραθαλασσιαν εν οριοις ζαβουλων και νεφθαλειμ
Matthew 4 14 ινα πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος
Matthew 4 15 γη ζαβουλων και γη νεφθαλειμ οδον θαλασσης περαν του ιορδανου γαλιλαια των εθνων
Matthew 4 16 ο λαος ο καθημενος εν σκοτει φως ειδεν μεγα και τοις καθημενοις εν χωρα και σκια θανατου φως ανετειλεν αυτοις
Matthew 4 17 απο τοτε ηρξατο ο ιησους κηρυσσειν και λεγειν μετανοειτε ηγγικεν γαρ η βασιλεια των ουρανων
Matthew 4 18 περιπατων δε παρα την θαλασσαν της γαλιλαιας ειδεν δυο αδελφους σιμωνα τον λεγομενον πετρον και ανδρεαν τον αδελφον αυτου βαλλοντας αμφιβληστρον εις την θαλασσαν ησαν γαρ αλεεις
Matthew 4 19 και λεγει αυτοις δευτε οπισω μου και ποιησω υμας αλεεις ανθρωπων
Matthew 4 20 οι δε ευθεως αφεντες τα δικτυα ηκολουθησαν αυτω
Matthew 4 21 και προβας εκειθεν ειδεν αλλους δυο αδελφους ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου εν τω πλοιω μετα ζεβεδαιου του πατρος αυτων καταρτιζοντας τα δικτυα αυτων και εκαλεσεν αυτους
Matthew 4 22 οι δε ευθεως αφεντες το πλοιον και τον πατερα αυτων ηκολουθησαν αυτω
Matthew 4 23 και περιηγεν εν ολη τη γαλιλαια διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω
Matthew 4 24 και απηλθεν η ακοη αυτου εις ολην την συριαν και προσηνεγκαν αυτω παντας τους κακως εχοντας ποικιλαις νοσοις και βασανοις συνεχομενους και δαιμονιζομενους και σεληνιαζομενους και παραλυτικους και εθεραπευσεν αυτους
Matthew 4 25 και ηκολουθησαν αυτω οχλοι πολλοι απο της γαλιλαιας και δεκαπολεως και ιεροσολυμων και ιουδαιας και περαν του ιορδανου

Page:   1 2 3 4 5 6 7 8 9 10 11