menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Matthew 5 1 ιδων δε τους οχλους ανεβη εις το ορος και καθισαντος αυτου προσηλθαν αυτω οι μαθηται αυτου
Matthew 5 2 και ανοιξας το στομα αυτου εδιδασκεν αυτους λεγων
Matthew 5 3 μακαριοι οι πτωχοι τω πνευματι οτι αυτων εστιν η βασιλεια των ουρανων
Matthew 5 4 μακαριοι οι πραεις οτι αυτοι κληρονομησουσιν την γην
Matthew 5 5 μακαριοι οι πενθουντες οτι αυτοι παρακληθησονται
Matthew 5 6 μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνην οτι αυτοι χορτασθησονται
Matthew 5 7 μακαριοι οι ελεημονες οτι αυτοι ελεηθησονται
Matthew 5 8 μακαριοι οι καθαροι τη καρδια οτι αυτοι τον θεον οψονται
Matthew 5 9 μακαριοι οι ειρηνοποιοι οτι αυτοι υιοι θεου κληθησονται
Matthew 5 10 μακαριοι οι δεδιωγμενοι ενεκεν δικαιοσυνης οτι αυτων εστιν η βασιλεια των ουρανων
Matthew 5 11 μακαριοι εστε οταν ονειδισωσιν υμας και διωξωσιν και ειπωσιν παν πονηρον καθ υμων ψευδομενοι ενεκεν εμου
Matthew 5 12 χαιρετε και αγαλλιασθε οτι ο μισθος υμων πολυς εν τοις ουρανοις ουτως γαρ εδιωξαν τους προφητας τους προ υμων
Matthew 5 13 υμεις εστε το αλας της γης εαν δε το αλας μωρανθη εν τινι αλισθησεται εις ουδεν ισχυει ετι ει μη βληθεν εξω καταπατεισθαι υπο των ανθρωπων
Matthew 5 14 υμεις εστε το φως του κοσμου ου δυναται πολις κρυβηναι επανω ορους κειμενη
Matthew 5 15 ουδε καιουσιν λυχνον και τιθεασιν αυτον υπο τον μοδιον αλλ επι την λυχνιαν και λαμπει πασιν τοις εν τη οικια

Page:   2 3 4 5 6 7 8 9 10 11 12