menu.png

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Genesis 1 1 εν αρχη εποιησεν ο θεος τον ουρανον και την γην
Genesis 1 2 η δε γη ην αορατος και ακατασκευαστος και σκοτος επανω της αβυσσου και πνευμα θεου επεφερετο επανω του υδατος
Genesis 1 3 και ειπεν ο θεος γενηθητω φως και εγενετο φως
Genesis 1 4 και ειδεν ο θεος το φως οτι καλον και διεχωρισεν ο θεος ανα μεσον του φωτος και ανα μεσον του σκοτους
Genesis 1 5 και εκαλεσεν ο θεος το φως ημεραν και το σκοτος εκαλεσεν νυκτα και εγενετο εσπερα και εγενετο πρωι ημερα μια
Genesis 1 6 και ειπεν ο θεος γενηθητω στερεωμα εν μεσω του υδατος και εστω διαχωριζον ανα μεσον υδατος και υδατος και εγενετο ουτως
Genesis 1 7 και εποιησεν ο θεος το στερεωμα και διεχωρισεν ο θεος ανα μεσον του υδατος ο ην υποκατω του στερεωματος και ανα μεσον του υδατος του επανω του στερεωματος
Genesis 1 8 και εκαλεσεν ο θεος το στερεωμα ουρανον και ειδεν ο θεος οτι καλον και εγενετο εσπερα και εγενετο πρωι ημερα δευτερα
Genesis 1 9 και ειπεν ο θεος συναχθητω το υδωρ το υποκατω του ουρανου εις συναγωγην μιαν και οφθητω η ξηρα και εγενετο ουτως και συνηχθη το υδωρ το υποκατω του ουρανου εις τας συναγωγας αυτων και ωφθη η ξηρα
Genesis 1 10 και εκαλεσεν ο θεος την ξηραν γην και τα συστηματα των υδατων εκαλεσεν θαλασσας και ειδεν ο θεος οτι καλον
Genesis 1 11 και ειπεν ο θεος βλαστησατω η γη βοτανην χορτου σπειρον σπερμα κατα γενος και καθ' ομοιοτητα και ξυλον καρπιμον ποιουν καρπον ου το σπερμα αυτου εν αυτω κατα γενος επι της γης και εγενετο ουτως
Genesis 1 12 και εξηνεγκεν η γη βοτανην χορτου σπειρον σπερμα κατα γενος και καθ' ομοιοτητα και ξυλον καρπιμον ποιουν καρπον ου το σπερμα αυτου εν αυτω κατα γενος επι της γης και ειδεν ο θεος οτι καλον
Genesis 1 13 και εγενετο εσπερα και εγενετο πρωι ημερα τριτη
Genesis 1 14 και ειπεν ο θεος γενηθητωσαν φωστηρες εν τω στερεωματι του ουρανου εις φαυσιν της γης του διαχωριζειν ανα μεσον της ημερας και ανα μεσον της νυκτος και εστωσαν εις σημεια και εις καιρους και εις ημερας και εις ενιαυτους
Genesis 1 15 και εστωσαν εις φαυσιν εν τω στερεωματι του ουρανου ωστε φαινειν επι της γης και εγενετο ουτως

Page:   1 2 3 4 5 6