menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Genesis 1 31 και ειδεν ο θεος τα παντα οσα εποιησεν και ιδου καλα λιαν και εγενετο εσπερα και εγενετο πρωι ημερα εκτη
Genesis 2 1 και συνετελεσθησαν ο ουρανος και η γη και πας ο κοσμος αυτων
Genesis 2 2 και συνετελεσεν ο θεος εν τη ημερα τη εκτη τα εργα αυτου α εποιησεν και κατεπαυσεν τη ημερα τη εβδομη απο παντων των εργων αυτου ων εποιησεν
Genesis 2 3 και ηυλογησεν ο θεος την ημεραν την εβδομην και ηγιασεν αυτην οτι εν αυτη κατεπαυσεν απο παντων των εργων αυτου ων ηρξατο ο θεος ποιησαι
Genesis 2 4 αυτη η βιβλος γενεσεως ουρανου και γης οτε εγενετο η ημερα εποιησεν ο θεος τον ουρανον και την γην
Genesis 2 5 και παν χλωρον αγρου προ του γενεσθαι επι της γης και παντα χορτον αγρου προ του ανατειλαι ου γαρ εβρεξεν ο θεος επι την γην και ανθρωπος ουκ ην εργαζεσθαι την γην
Genesis 2 6 πηγη δε ανεβαινεν εκ της γης και εποτιζεν παν το προσωπον της γης
Genesis 2 7 και επλασεν ο θεος τον ανθρωπον χουν απο της γης και ενεφυσησεν εις το προσωπον αυτου πνοην ζωης και εγενετο ο ανθρωπος εις ψυχην ζωσαν
Genesis 2 8 και εφυτευσεν κυριος ο θεος παραδεισον εν εδεμ κατα ανατολας και εθετο εκει τον ανθρωπον ον επλασεν
Genesis 2 9 και εξανετειλεν ο θεος ετι εκ της γης παν ξυλον ωραιον εις ορασιν και καλον εις βρωσιν και το ξυλον της ζωης εν μεσω τω παραδεισω και το ξυλον του ειδεναι γνωστον καλου και πονηρου
Genesis 2 10 ποταμος δε εκπορευεται εξ εδεμ ποτιζειν τον παραδεισον εκειθεν αφοριζεται εις τεσσαρας αρχας
Genesis 2 11 ονομα τω ενι φισων ουτος ο κυκλων πασαν την γην ευιλατ εκει ου εστιν το χρυσιον
Genesis 2 12 το δε χρυσιον της γης εκεινης καλον και εκει εστιν ο ανθραξ και ο λιθος ο πρασινος
Genesis 2 13 και ονομα τω ποταμω τω δευτερω γηων ουτος ο κυκλων πασαν την γην αιθιοπιας
Genesis 2 14 και ο ποταμος ο τριτος τιγρις ουτος ο πορευομενος κατεναντι ασσυριων ο δε ποταμος ο τεταρτος ουτος ευφρατης

Page:   1 2 3 4 5 6 7 8