menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Genesis 2 15 και ελαβεν κυριος ο θεος τον ανθρωπον ον επλασεν και εθετο αυτον εν τω παραδεισω εργαζεσθαι αυτον και φυλασσειν
Genesis 2 16 και ενετειλατο κυριος ο θεος τω αδαμ λεγων απο παντος ξυλου του εν τω παραδεισω βρωσει φαγη
Genesis 2 17 απο δε του ξυλου του γινωσκειν καλον και πονηρον ου φαγεσθε απ' αυτου η δ' αν ημερα φαγητε απ' αυτου θανατω αποθανεισθε
Genesis 2 18 και ειπεν κυριος ο θεος ου καλον ειναι τον ανθρωπον μονον ποιησωμεν αυτω βοηθον κατ' αυτον
Genesis 2 19 και επλασεν ο θεος ετι εκ της γης παντα τα θηρια του αγρου και παντα τα πετεινα του ουρανου και ηγαγεν αυτα προς τον αδαμ ιδειν τι καλεσει αυτα και παν ο εαν εκαλεσεν αυτο αδαμ ψυχην ζωσαν τουτο ονομα αυτου
Genesis 2 20 και εκαλεσεν αδαμ ονοματα πασιν τοις κτηνεσιν και πασι τοις πετεινοις του ουρανου και πασι τοις θηριοις του αγρου τω δε αδαμ ουχ ευρεθη βοηθος ομοιος αυτω
Genesis 2 21 και επεβαλεν ο θεος εκστασιν επι τον αδαμ και υπνωσεν και ελαβεν μιαν των πλευρων αυτου και ανεπληρωσεν σαρκα αντ' αυτης
Genesis 2 22 και ωκοδομησεν κυριος ο θεος την πλευραν ην ελαβεν απο του αδαμ εις γυναικα και ηγαγεν αυτην προς τον αδαμ
Genesis 2 23 και ειπεν αδαμ τουτο νυν οστουν εκ των οστεων μου και σαρξ εκ της σαρκος μου αυτη κληθησεται γυνη οτι εκ του ανδρος αυτης ελημφθη αυτη
Genesis 2 24 ενεκεν τουτου καταλειψει ανθρωπος τον πατερα αυτου και την μητερα αυτου και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν
Genesis 2 25 και ησαν οι δυο γυμνοι ο τε αδαμ και η γυνη αυτου και ουκ ησχυνοντο
Genesis 3 1 ο δε οφις ην φρονιμωτατος παντων των θηριων των επι της γης ων εποιησεν κυριος ο θεος και ειπεν ο οφις τη γυναικι τι οτι ειπεν ο θεος ου μη φαγητε απο παντος ξυλου του εν τω παραδεισω
Genesis 3 2 και ειπεν η γυνη τω οφει απο καρπου ξυλου του παραδεισου φαγομεθα
Genesis 3 3 απο δε καρπου του ξυλου ο εστιν εν μεσω του παραδεισου ειπεν ο θεος ου φαγεσθε απ' αυτου ουδε μη αψησθε αυτου ινα μη αποθανητε
Genesis 3 4 και ειπεν ο οφις τη γυναικι ου θανατω αποθανεισθε

Page:   1 2 3 4 5 6 7 8 9