menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Genesis 3 5 ηδει γαρ ο θεος οτι εν η αν ημερα φαγητε απ' αυτου διανοιχθησονται υμων οι οφθαλμοι και εσεσθε ως θεοι γινωσκοντες καλον και πονηρον
Genesis 3 6 και ειδεν η γυνη οτι καλον το ξυλον εις βρωσιν και οτι αρεστον τοις οφθαλμοις ιδειν και ωραιον εστιν του κατανοησαι και λαβουσα του καρπου αυτου εφαγεν και εδωκεν και τω ανδρι αυτης μετ' αυτης και εφαγον
Genesis 3 7 και διηνοιχθησαν οι οφθαλμοι των δυο και εγνωσαν οτι γυμνοι ησαν και ερραψαν φυλλα συκης και εποιησαν εαυτοις περιζωματα
Genesis 3 8 και ηκουσαν την φωνην κυριου του θεου περιπατουντος εν τω παραδεισω το δειλινον και εκρυβησαν ο τε αδαμ και η γυνη αυτου απο προσωπου κυριου του θεου εν μεσω του ξυλου του παραδεισου
Genesis 3 9 και εκαλεσεν κυριος ο θεος τον αδαμ και ειπεν αυτω αδαμ που ει
Genesis 3 10 και ειπεν αυτω την φωνην σου ηκουσα περιπατουντος εν τω παραδεισω και εφοβηθην οτι γυμνος ειμι και εκρυβην
Genesis 3 11 και ειπεν αυτω τις ανηγγειλεν σοι οτι γυμνος ει μη απο του ξυλου ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου εφαγες
Genesis 3 12 και ειπεν ο αδαμ η γυνη ην εδωκας μετ' εμου αυτη μοι εδωκεν απο του ξυλου και εφαγον
Genesis 3 13 και ειπεν κυριος ο θεος τη γυναικι τι τουτο εποιησας και ειπεν η γυνη ο οφις ηπατησεν με και εφαγον
Genesis 3 14 και ειπεν κυριος ο θεος τω οφει οτι εποιησας τουτο επικαταρατος συ απο παντων των κτηνων και απο παντων των θηριων της γης επι τω στηθει σου και τη κοιλια πορευση και γην φαγη πασας τας ημερας της ζωης σου
Genesis 3 15 και εχθραν θησω ανα μεσον σου και ανα μεσον της γυναικος και ανα μεσον του σπερματος σου και ανα μεσον του σπερματος αυτης αυτος σου τηρησει κεφαλην και συ τηρησεις αυτου πτερναν
Genesis 3 16 και τη γυναικι ειπεν πληθυνων πληθυνω τας λυπας σου και τον στεναγμον σου εν λυπαις τεξη τεκνα και προς τον ανδρα σου η αποστροφη σου και αυτος σου κυριευσει
Genesis 3 17 τω δε αδαμ ειπεν οτι ηκουσας της φωνης της γυναικος σου και εφαγες απο του ξυλου ου ενετειλαμην σοι τουτου μονου μη φαγειν απ' αυτου επικαταρατος η γη εν τοις εργοις σου εν λυπαις φαγη αυτην πασας τας ημερας της ζωης σου
Genesis 3 18 ακανθας και τριβολους ανατελει σοι και φαγη τον χορτον του αγρου
Genesis 3 19 εν ιδρωτι του προσωπου σου φαγη τον αρτον σου εως του αποστρεψαι σε εις την γην εξ ης ελημφθης οτι γη ει και εις γην απελευση

Page:   1 2 3 4 5 6 7 8 9 10