menu.png
Lost Password ?

Bible Search

 (Index)


Found entries

•••► •••►
Book Chapter Verse Text
Genesis 3 20 και εκαλεσεν αδαμ το ονομα της γυναικος αυτου ζωη οτι αυτη μητηρ παντων των ζωντων
Genesis 3 21 και εποιησεν κυριος ο θεος τω αδαμ και τη γυναικι αυτου χιτωνας δερματινους και ενεδυσεν αυτους
Genesis 3 22 και ειπεν ο θεος ιδου αδαμ γεγονεν ως εις εξ ημων του γινωσκειν καλον και πονηρον και νυν μηποτε εκτεινη την χειρα και λαβη του ξυλου της ζωης και φαγη και ζησεται εις τον αιωνα
Genesis 3 23 και εξαπεστειλεν αυτον κυριος ο θεος εκ του παραδεισου της τρυφης εργαζεσθαι την γην εξ ης ελημφθη
Genesis 3 24 και εξεβαλεν τον αδαμ και κατωκισεν αυτον απεναντι του παραδεισου της τρυφης και εταξεν τα χερουβιμ και την φλογινην ρομφαιαν την στρεφομενην φυλασσειν την οδον του ξυλου της ζωης
Genesis 4 1 αδαμ δε εγνω ευαν την γυναικα αυτου και συλλαβουσα ετεκεν τον καιν και ειπεν εκτησαμην ανθρωπον δια του θεου
Genesis 4 2 και προσεθηκεν τεκειν τον αδελφον αυτου τον αβελ και εγενετο αβελ ποιμην προβατων καιν δε ην εργαζομενος την γην
Genesis 4 3 και εγενετο μεθ' ημερας ηνεγκεν καιν απο των καρπων της γης θυσιαν τω κυριω
Genesis 4 4 και αβελ ηνεγκεν και αυτος απο των πρωτοτοκων των προβατων αυτου και απο των στεατων αυτων και επειδεν ο θεος επι αβελ και επι τοις δωροις αυτου
Genesis 4 5 επι δε καιν και επι ταις θυσιαις αυτου ου προσεσχεν και ελυπησεν τον καιν λιαν και συνεπεσεν τω προσωπω
Genesis 4 6 και ειπεν κυριος ο θεος τω καιν ινα τι περιλυπος εγενου και ινα τι συνεπεσεν το προσωπον σου
Genesis 4 7 ουκ εαν ορθως προσενεγκης ορθως δε μη διελης ημαρτες ησυχασον προς σε η αποστροφη αυτου και συ αρξεις αυτου
Genesis 4 8 και ειπεν καιν προς αβελ τον αδελφον αυτου διελθωμεν εις το πεδιον και εγενετο εν τω ειναι αυτους εν τω πεδιω και ανεστη καιν επι αβελ τον αδελφον αυτου και απεκτεινεν αυτον
Genesis 4 9 και ειπεν ο θεος προς καιν που εστιν αβελ ο αδελφος σου ο δε ειπεν ου γινωσκω μη φυλαξ του αδελφου μου ειμι εγω
Genesis 4 10 και ειπεν ο θεος τι εποιησας φωνη αιματος του αδελφου σου βοα προς με εκ της γης

Page:   1 2 3 4 5 6 7 8 9 10 11