menu.png
Lost Password ?

Chapter View

 (Index)


•••► •••►
Verse Text
4 ετους οκτωκαιδεκατου της βασιλειας ναβουχοδονοσορ ειπεν ειρηνευων ημην εν τω οικω μου και ευθηνων επι του θρονου μου
5 ενυπνιον ειδον και ευλαβηθην και φοβος μοι επεπεσεν
10 εκαθευδον και ιδου δενδρον υψηλον φυομενον επι της γης η ορασις αυτου μεγαλη και ουκ ην αλλο ομοιον αυτω
11 και η ορασις αυτου μεγαλη η κορυφη αυτου ηγγιζεν εως του ουρανου και το κυτος αυτου εως των νεφελων πληρουν τα υποκατω του ουρανου ο ηλιος και η σεληνη εν αυτω ωκουν και εφωτιζον πασαν την γην
12 οι κλαδοι αυτου τω μηκει ως σταδιων τριακοντα και υποκατω αυτου εσκιαζον παντα τα θηρια της γης και εν αυτω τα πετεινα του ουρανου ενοσσευον ο καρπος αυτου πολυς και αγαθος και εχορηγει πασι τοις ζωοις
13 εθεωρουν εν τω υπνω μου και ιδου αγγελος απεσταλη εν ισχυι εκ του ουρανου
14 και εφωνησε και ειπεν αυτω εκκοψατε αυτο και καταφθειρατε αυτο προστετακται γαρ απο του υψιστου εκριζωσαι και αχρειωσαι αυτο
15 και ουτως ειπε ριζαν μιαν αφετε αυτου εν τη γη οπως μετα των θηριων της γης εν τοις ορεσι χορτον ως βους νεμηται
16 και απο της δροσου του ουρανου το σωμα αυτου αλλοιωθη και επτα ετη βοσκηθη συν αυτοις
17 εως αν γνω τον κυριον του ουρανου εξουσιαν εχειν παντων των εν τω ουρανω και των επι της γης και οσα αν θελη ποιει εν αυτοις
17 ενωπιον μου εξεκοπη εν ημερα μια και η καταφθορα αυτου εν ωρα μια της ημερας και οι κλαδοι αυτου εδοθησαν εις παντα ανεμον και ειλκυσθη και ερριφη και τον χορτον της γης μετα των θηριων της γης ησθιε και εις φυλακην παρεδοθη και εν πεδαι
18 και αναστας το πρωι εκ της κοιτης μου εκαλεσα τον δανιηλ τον αρχοντα των σοφιστων και τον ηγουμενον των κρινοντων τα ενυπνια και διηγησαμην αυτω το ενυπνιον και υπεδειξε μοι πασαν την συγκρισιν αυτου
19 μεγαλως δε εθαυμασεν ο δανιηλ και υπονοια κατεσπευδεν αυτον και φοβηθεις τρομου λαβοντος αυτον και αλλοιωθεισης της ορασεως αυτου κινησας την κεφαλην ωραν μιαν αποθαυμασας απεκριθη μοι φωνη πραεια βασιλευ το ενυπνιον τουτο τοις μισουσι σε
20 το δενδρον το εν τη γη πεφυτευμενον ου η ορασις μεγαλη συ ει βασιλευ
21 και παντα τα πετεινα του ουρανου τα νοσσευοντα εν αυτω η ισχυς της γης και των εθνων και των γλωσσων πασων εως των περατων της γης και πασαι αι χωραι σοι δουλευουσι
22 το δε ανυψωθηναι το δενδρον εκεινο και εγγισαι τω ουρανω και το κυτος αυτου αψασθαι των νεφελων συ βασιλευ υψωθης υπερ παντας τους ανθρωπους τους οντας επι προσωπου πασης της γης υψωθη σου η καρδια υπερηφανια και ισχυι τα προς τον αγιον κ
23 και η ορασις ην ειδες οτι αγγελος εν ισχυι απεσταλη παρα του κυριου και οτι ειπεν εξαραι το δενδρον και εκκοψαι η κρισις του θεου του μεγαλου ηξει επι σε
24 και ο υψιστος και οι αγγελοι αυτου επι σε κατατρεχουσιν
25 εις φυλακην απαξουσι σε και εις τοπον ερημον αποστελουσι σε
26 και η ριζα του δενδρου η αφεθεισα επει ουκ εξερριζωθη ο τοπος του θρονου σου σοι συντηρηθησεται εις καιρον και ωραν ιδου επι σε ετοιμαζονται και μαστιγωσουσι σε και επαξουσι τα κεκριμενα επι σε
27 κυριος ζη εν ουρανω και η εξουσια αυτου επι παση τη γη αυτου δεηθητι περι των αμαρτιων σου και πασας τας αδικιας σου εν ελεημοσυναις λυτρωσαι ινα επιεικεια δοθη σοι και πολυημερος γενη επι του θρονου της βασιλειας σου και μη καταφθειρη σε
28 και επι συντελεια των λογων ναβουχοδονοσορ ως ηκουσε την κρισιν του οραματος τους λογους εν τη καρδια συνετηρησε
29 και μετα μηνας δωδεκα ο βασιλευς επι των τειχων της πολεως μετα πασης της δοξης αυτου περιεπατει και επι των πυργων αυτης διεπορευετο
30 και αποκριθεις ειπεν αυτη εστι βαβυλων η μεγαλη ην εγω ωκοδομησα και οικος βασιλειας μου εν ισχυι κρατους μου κληθησεται εις τιμην της δοξης μου
31 και επι συντελειας του λογου αυτου φωνην εκ του ουρανου ηκουσε σοι λεγεται ναβουχοδονοσορ βασιλευ η βασιλεια βαβυλωνος αφηρηται σου και ετερω διδοται εξουθενημενω ανθρωπω εν τω οικω σου ιδου εγω καθιστημι αυτον επι της βασιλειας σου και τ
32 και οι αγγελοι διωξονται σε επι ετη επτα και ου μη οφθης ουδ' ου μη λαλησης μετα παντος ανθρωπου χορτον ως βουν σε ψωμισουσι και απο της χλοης της γης εσται η νομη σου ιδου αντι της δοξης σου δησουσι σε και τον οικον της τρυφης σου και τη
33 εως δε πρωι παντα τελεσθησεται επι σε ναβουχοδονοσορ βασιλευ βαβυλωνος και ουχ υστερησει απο παντων τουτων ουθεν
33 εγω ναβουχοδονοσορ βασιλευς βαβυλωνος επτα ετη επεδηθην χορτον ως βουν εψωμισαν με και απο της χλοης της γης ησθιον και μετα ετη επτα εδωκα την ψυχην μου εις δεησιν και ηξιωσα περι των αμαρτιων μου κατα προσωπον κυριου του θεου του ουραν
33 και αι τριχες μου εγενοντο ως πτερυγες αετου οι ονυχες μου ωσει λεοντος ηλλοιωθη η σαρξ μου και η καρδια μου γυμνος περιεπατουν μετα των θηριων της γης ενυπνιον ειδον και υπονοιαι με ειληφασι και δια χρονου υπνος με ελαβε πολυς και νυστα
34 και επι συντελεια των επτα ετων ο χρονος μου της απολυτρωσεως ηλθε και αι αμαρτιαι μου και αι αγνοιαι μου επληρωθησαν εναντιον του θεου του ουρανου και εδεηθην περι των αγνοιων μου του θεου των θεων του μεγαλου και ιδου αγγελος εις εκαλεσ
36 εν εκεινω τω καιρω αποκατεσταθη η βασιλεια μου εμοι και η δοξα μου απεδοθη μοι
37 τω υψιστω ανθομολογουμαι και αινω τω κτισαντι τον ουρανον και την γην και τας θαλασσας και τους ποταμους και παντα τα εν αυτοις εξομολογουμαι και αινω οτι αυτος εστι θεος των θεων και κυριος των κυριων και βασιλευς των βασιλεων οτι αυτος
37 απο του νυν αυτω λατρευσω και απο του φοβου αυτου τρομος ειληφε με και παντας τους αγιους αυτου αινω οι γαρ θεοι των εθνων ουκ εχουσιν εν εαυτοις ισχυν αποστρεψαι βασιλειαν βασιλεως εις ετερον βασιλεα και αποκτειναι και ζην ποιησαι και π
37 εγραψε δε ο βασιλευς ναβουχοδονοσορ επιστολην εγκυκλιον πασι τοις κατα τοπον εθνεσι και χωραις και γλωσσαις πασαις ταις οικουσαις εν πασαις ταις χωραις εν γενεαις και γενεαις κυριω τω θεω του ουρανου αινειτε και θυσιαν και προσφοραν προσ
37 ναβουχοδονοσορ βασιλευς πασι τοις εθνεσι και πασαις ταις χωραις και πασι τοις οικουσιν εν αυταις ειρηνη υμιν πληθυνθειη εν παντι καιρω και νυν υποδειξω υμιν τας πραξεις ας εποιησε μετ' εμου ο θεος ο μεγας εδοξε δε μοι αποδειξαι υμιν και
37 βαλτασαρ ο βασιλευς εποιησε δοχην μεγαλην εν ημερα εγκαινισμου των βασιλειων αυτου και απο των μεγιστανων αυτου εκαλεσεν ανδρας δισχιλιους εν τη ημερα εκεινη βαλτασαρ ανυψουμενος απο του οινου και καυχωμενος επηνεσε παντας τους θεους των