menu.png
Lost Password ?

Manual Compare



•••► •••►
Verse Greek NT: Tischendorf 8th Ed. † English: King James Version
1 ειπεν δε προς τους μαθητας αυτου ανενδεκτον εστιν του τα σκανδαλα μη ελθειν ουαι δε δι ου ερχεται Then said he unto the disciples, It is impossible but that offences will come: but woe unto him, through whom they come!
2 λυσιτελει αυτω ει λιθος μυλικος περικειται περι τον τραχηλον αυτου και ερριπται εις την θαλασσαν η ινα σκανδαλιση των μικρων τουτων ενα It were better for him that a millstone were hanged about his neck, and he cast into the sea, than that he should offend one of these little ones.
3 προσεχετε εαυτοις εαν αμαρτη ο αδελφος σου επιτιμησον αυτω και εαν μετανοηση αφες αυτω Take heed to yourselves: If thy brother trespass against thee, rebuke him; and if he repent, forgive him.
4 και εαν επτακις της ημερας αμαρτηση εις σε και επτακις επιστρεψη προς σε λεγων μετανοω αφησεις αυτω And if he trespass against thee seven times in a day, and seven times in a day turn again to thee, saying, I repent; thou shalt forgive him.
5 και ειπαν οι αποστολοι τω κυριω προσθες ημιν πιστιν And the apostles said unto the Lord, Increase our faith.
6 ειπεν δε ο κυριος ει εχετε πιστιν ως κοκκον σιναπεως ελεγετε αν τη συκαμινω ταυτη εκριζωθητι και φυτευθητι εν τη θαλασση και υπηκουσεν αν υμιν And the Lord said, If ye had faith as a grain of mustard seed, ye might say unto this sycamine tree, Be thou plucked up by the root, and be thou planted in the sea; and it should obey you.
7 τις δε εξ υμων δουλον εχων αροτριωντα η ποιμαινοντα ος εισελθοντι εκ του αγρου ερει αυτω ευθεως παρελθων αναπεσε But which of you, having a servant plowing or feeding cattle, will say unto him by and by, when he is come from the field, Go and sit down to meat?
8 αλλ ουχι ερει αυτω ετοιμασον τι δειπνησω και περιζωσαμενος διακονει μοι εως φαγω και πιω και μετα ταυτα φαγεσαι και πιεσαι συ And will not rather say unto him, Make ready wherewith I may sup, and gird thyself, and serve me, till I have eaten and drunken; and afterward thou shalt eat and drink?
9 μη εχει χαριν τω δουλω οτι εποιησεν τα διαταχθεντα Doth he thank that servant because he did the things that were commanded him? I trow not.
10 ουτως και υμεις οταν ποιησητε παντα τα διαταχθεντα υμιν λεγετε οτι δουλοι αχρειοι εσμεν ο ωφειλομεν ποιησαι πεποιηκαμεν So likewise ye, when ye shall have done all those things which are commanded you, say, We are unprofitable servants: we have done that which was our duty to do.
11 και εγενετο εν τω πορευεσθαι εις ιερουσαλημ και αυτος διηρχετο δια μεσον σαμαριας και γαλιλαιας And it came to pass, as he went to Jerusalem, that he passed through the midst of Samaria and Galilee.
12 και εισερχομενου αυτου εις τινα κωμην υπηντησαν αυτω δεκα λεπροι ανδρες οι εστησαν πορρωθεν And as he entered into a certain village, there met him ten men that were lepers, which stood afar off:
13 και αυτοι ηραν φωνην λεγοντες ιησου επιστατα ελεησον ημας And they lifted up their voices, and said, Jesus, Master, have mercy on us.
14 και ιδων ειπεν αυτοις πορευθεντες επιδειξατε εαυτους τοις ιερευσιν και εγενετο εν τω υπαγειν αυτους εκαθαρισθησαν And when he saw them, he said unto them, Go shew yourselves unto the priests. And it came to pass, that, as they went, they were cleansed.
15 εις δε εξ αυτων ιδων οτι ιαθη υπεστρεψεν μετα φωνης μεγαλης δοξαζων τον θεον And one of them, when he saw that he was healed, turned back, and with a loud voice glorified God,
16 και επεσεν επι προσωπον παρα τους ποδας αυτου ευχαριστων αυτω και αυτος ην σαμαριτης And fell down on his face at his feet, giving him thanks: and he was a Samaritan.
17 αποκριθεις δε ο ιησους ειπεν ουχι οι δεκα εκαθαρισθησαν οι εννεα που And Jesus answering said, Were there not ten cleansed? but where are the nine?
18 ουχ ευρεθησαν υποστρεψαντες δουναι δοξαν τω θεω ει μη ο αλλογενης ουτος There are not found that returned to give glory to God, save this stranger.
19 και ειπεν αυτω αναστας πορευου η πιστις σου σεσωκεν σε And he said unto him, Arise, go thy way: thy faith hath made thee whole.
20 επερωτηθεις δε υπο των φαρισαιων ποτε ερχεται η βασιλεια του θεου απεκριθη αυτοις και ειπεν ουκ ερχεται η βασιλεια του θεου μετα παρατηρησεως And when he was demanded of the Pharisees, when the kingdom of God should come, he answered them and said, The kingdom of God cometh not with observation:
21 ουδε ερουσιν ιδου ωδε η εκει ιδου γαρ η βασιλεια του θεου εντος υμων εστιν Neither shall they say, Lo here! or, lo there! for, behold, the kingdom of God is within you.
22 ειπεν δε προς τους μαθητας ελευσονται ημεραι οτε επιθυμησετε μιαν των ημερων του υιου του ανθρωπου ιδειν και ουκ οψεσθε And he said unto the disciples, The days will come, when ye shall desire to see one of the days of the Son of man, and ye shall not see it.
23 και ερουσιν υμιν ιδου εκει ιδου ωδε μη απελθητε μηδε διωξητε And they shall say to you, See here; or, see there: go not after them, nor follow them.
24 ωσπερ γαρ η αστραπη αστραπτουσα εκ της υπο τον ουρανον εις την υπ ουρανον λαμπει ουτως εσται ο υιος του ανθρωπου εν τη ημερα αυτου For as the lightning, that lighteneth out of the one part under heaven, shineth unto the other part under heaven; so shall also the Son of man be in his day.
25 πρωτον δε δει αυτον πολλα παθειν και αποδοκιμασθηναι απο της γενεας ταυτης But first must he suffer many things, and be rejected of this generation.
26 και καθως εγενετο εν ταις ημεραις νωε ουτως εσται και εν ταις ημεραις του υιου του ανθρωπου And as it was in the days of Noe, so shall it be also in the days of the Son of man.
27 ησθιον επινον εγαμουν εγαμιζοντο αχρι ης ημερας εισηλθεν νωε εις την κιβωτον και ηλθεν ο κατακλυσμος και απωλεσεν απαντας They did eat, they drank, they married wives, they were given in marriage, until the day that Noe entered into the ark, and the flood came, and destroyed them all.
28 ομοιως καθως εγενετο εν ταις ημεραις λωτ ησθιον επινον ηγοραζον επωλουν εφυτευον ωκοδομουν Likewise also as it was in the days of Lot; they did eat, they drank, they bought, they sold, they planted, they builded;
29 η δε ημερα εξηλθεν λωτ απο σοδομων εβρεξεν πυρ και θειον απ ουρανου και απωλεσεν απαντας But the same day that Lot went out of Sodom it rained fire and brimstone from heaven, and destroyed them all.
30 κατα τα αυτα εσται η ημερα ο υιος του ανθρωπου αποκαλυπτεται Even thus shall it be in the day when the Son of man is revealed.
31 εν εκεινη τη ημερα ος εσται επι του δωματος και τα σκευη αυτου εν τη οικια μη καταβατω αραι αυτα και ο εν αγρω ομοιως μη επιστρεψατω εις τα οπισω In that day, he which shall be upon the housetop, and his stuff in the house, let him not come down to take it away: and he that is in the field, let him likewise not return back.
32 μνημονευετε της γυναικος λωτ Remember Lot's wife.
33 ος εαν ζητηση την ψυχην αυτου περιποιησασθαι απολεσει αυτην και ος εαν απολεσει ζωογονησει αυτην Whosoever shall seek to save his life shall lose it; and whosoever shall lose his life shall preserve it.
34 λεγω υμιν ταυτη τη νυκτι εσονται δυο επι κλινης μιας εις παραλημφθησεται και ο ετερος αφεθησεται I tell you, in that night there shall be two men in one bed; the one shall be taken, and the other shall be left.
35 εσονται δυο αληθουσαι επι το αυτο η μια παραλημφθησεται η δε ετερα αφεθησεται Two women shall be grinding together; the one shall be taken, and the other left.
37 και αποκριθεντες λεγουσιν αυτω που κυριε ο δε ειπεν αυτοις οπου το σωμα εκει και οι αετοι επισυναχθησονται And they answered and said unto him, Where, Lord? And he said unto them, Wheresoever the body is, thither will the eagles be gathered together.
36 Two men shall be in the field; the one shall be taken, and the other left.