menu.png
Lost Password ?

Manual Compare



•••► •••►
Verse Greek NT: Tischendorf 8th Ed. † English: King James Version
1 και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον πειλατον And the whole multitude of them arose, and led him unto Pilate.
2 ηρξαντο δε κατηγορειν αυτου λεγοντες τουτον ευραμεν διαστρεφοντα το εθνος ημων και κωλυοντα φορους καισαρι διδοναι και λεγοντα εαυτον χριστον βασιλεα ειναι And they began to accuse him, saying, We found this fellow perverting the nation, and forbidding to give tribute to Caesar, saying that he himself is Christ a King.
3 ο δε πειλατος ηρωτησεν αυτον λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω εφη συ λεγεις And Pilate asked him, saying, Art thou the King of the Jews? And he answered him and said, Thou sayest it.
4 ο δε πειλατος ειπεν προς τους αρχιερεις και τους οχλους ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω Then said Pilate to the chief priests and to the people, I find no fault in this man.
5 οι δε επισχυον λεγοντες οτι ανασειει τον λαον διδασκων καθ ολης της ιουδαιας και αρξαμενος απο της γαλιλαιας εως ωδε And they were the more fierce, saying, He stirreth up the people, teaching throughout all Jewry, beginning from Galilee to this place.
6 πειλατος δε ακουσας επηρωτησεν ει ο ανθρωπος γαλιλαιος εστιν When Pilate heard of Galilee, he asked whether the man were a Galilaean.
7 και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν ανεπεμψεν αυτον προς ηρωδην οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις And as soon as he knew that he belonged unto Herod's jurisdiction, he sent him to Herod, who himself also was at Jerusalem at that time.
8 ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν ην γαρ εξ ικανων χρονων θελων ιδειν αυτον δια το ακουειν περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον And when Herod saw Jesus, he was exceeding glad: for he was desirous to see him of a long season, because he had heard many things of him; and he hoped to have seen some miracle done by him.
9 επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω Then he questioned with him in many words; but he answered him nothing.
10 ειστηκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτονως κατηγορουντες αυτου And the chief priests and scribes stood and vehemently accused him.
11 εξουθενησας δε αυτον και ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων εσθητα λαμπραν ανεπεμψεν αυτον τω πειλατω And Herod with his men of war set him at nought, and mocked him, and arrayed him in a gorgeous robe, and sent him again to Pilate.
12 εγενοντο δε φιλοι ο τε ηρωδης και ο πειλατος εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς αυτους And the same day Pilate and Herod were made friends together: for before they were at enmity between themselves.
13 πειλατος δε συνκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον And Pilate, when he had called together the chief priests and the rulers and the people,
14 ειπεν προς αυτους προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινας ουθεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου Said unto them, Ye have brought this man unto me, as one that perverteth the people: and, behold, I, having examined him before you, have found no fault in this man touching those things whereof ye accuse him:
15 αλλ ουδε ηρωδης ανεπεμψεν γαρ αυτον προς ημας και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω No, nor yet Herod: for I sent you to him; and, lo, nothing worthy of death is done unto him.
16 παιδευσας ουν αυτον απολυσω I will therefore chastise him, and release him.
18 ανεκραγον δε παμπληθει λεγοντες αιρε τουτον απολυσον δε ημιν τον βαραββαν And they cried out all at once, saying, Away with this man, and release unto us Barabbas:
19 οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βληθεις εν τη φυλακη (Who for a certain sedition made in the city, and for murder, was cast into prison.)
20 παλιν δε ο πειλατος προσεφωνησεν θελων απολυσαι τον ιησουν Pilate therefore, willing to release Jesus, spake again to them.
21 οι δε επεφωνουν λεγοντες σταυρου σταυρου αυτον But they cried, saying, Crucify him, crucify him.
22 ο δε τριτον ειπεν προς αυτους τι γαρ κακον εποιησεν ουτος ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω And he said unto them the third time, Why, what evil hath he done? I have found no cause of death in him: I will therefore chastise him, and let him go.
23 οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων And they were instant with loud voices, requiring that he might be crucified. And the voices of them and of the chief priests prevailed.
24 και πειλατος επεκρινεν γενεσθαι το αιτημα αυτων And Pilate gave sentence that it should be as they required.
25 απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εις φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων And he released unto them him that for sedition and murder was cast into prison, whom they had desired; but he delivered Jesus to their will.
26 και ως απηγαγον αυτον επιλαβομενοι σιμωνα τινα κυρηναιον ερχομενον απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου And as they led him away, they laid hold upon one Simon, a Cyrenian, coming out of the country, and on him they laid the cross, that he might bear it after Jesus.
27 ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι εκοπτοντο και εθρηνουν αυτον And there followed him a great company of people, and of women, which also bewailed and lamented him.
28 στραφεις δε προς αυτας ιησους ειπεν θυγατερες ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων But Jesus turning unto them said, Daughters of Jerusalem, weep not for me, but weep for yourselves, and for your children.
29 οτι ιδου ερχονται ημεραι εν αις ερουσιν μακαριαι αι στειραι και αι κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθρεψαν For, behold, the days are coming, in the which they shall say, Blessed are the barren, and the wombs that never bare, and the paps which never gave suck.
30 τοτε αρξονται λεγειν τοις ορεσιν πεσατε εφ ημας και τοις βουνοις καλυψατε ημας Then shall they begin to say to the mountains, Fall on us; and to the hills, Cover us.
31 οτι ει εν τω υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται For if they do these things in a green tree, what shall be done in the dry?
32 ηγοντο δε και ετεροι δυο κακουργοι συν αυτω αναιρεθηναι And there were also two other, malefactors, led with him to be put to death.
33 και οτε ηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τους κακουργους ον μεν εκ δεξιων ον δε εξ αριστερων And when they were come to the place, which is called Calvary, there they crucified him, and the malefactors, one on the right hand, and the other on the left.
34 ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρους Then said Jesus, Father, forgive them; for they know not what they do. And they parted his raiment, and cast lots.
35 και ειστηκει ο λαος θεωρων εξεμυκτηριζον δε οι αρχοντες λεγοντες αλλους εσωσεν σωσατω εαυτον ει ουτος εστιν ο χριστος του θεου ο εκλεκτος And the people stood beholding. And the rulers also with them derided him, saying, He saved others; let him save himself, if he be Christ, the chosen of God.
36 ενεπαιξαν δε αυτω και οι στρατιωται προσερχομενοι οξος προσφεροντες αυτω And the soldiers also mocked him, coming to him, and offering him vinegar,
37 και λεγοντες ει συ ει ο βασιλευς των ιουδαιων σωσον σεαυτον And saying, If thou be the king of the Jews, save thyself.
38 ην δε και επιγραφη επ αυτω ο βασιλευς των ιουδαιων ουτος And a superscription also was written over him in letters of Greek, and Latin, and Hebrew, THIS IS THE KING OF THE JEWS.
39 εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον ουχι συ ει ο χριστος σωσον σεαυτον και ημας And one of the malefactors which were hanged railed on him, saying, If thou be Christ, save thyself and us.
40 αποκριθεις δε ο ετερος επιτιμων αυτω εφη ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει But the other answering rebuked him, saying, Dost not thou fear God, seeing thou art in the same condemnation?
41 και ημεις μεν δικαιως αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν And we indeed justly; for we receive the due reward of our deeds: but this man hath done nothing amiss.
42 και ελεγεν ιησου μνησθητι μου οταν ελθης εις τη βασιλεια σου And he said unto Jesus, Lord, remember me when thou comest into thy kingdom.
43 και ειπεν αυτω αμην σοι λεγω σημερον μετ εμου εση εν τω παραδεισω And Jesus said unto him, Verily I say unto thee, To day shalt thou be with me in paradise.
44 και ην ηδη ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης And it was about the sixth hour, and there was a darkness over all the earth until the ninth hour.
45 του ηλιου εκλιποντος εσχισθη δε το καταπετασμα του ναου μεσον And the sun was darkened, and the veil of the temple was rent in the midst.
46 και φωνησας φωνη μεγαλη ο ιησους ειπεν πατερ εις χειρας σου παρατιθεμαι το πνευμα μου τουτο δε ειπων εξεπνευσεν And when Jesus had cried with a loud voice, he said, Father, into thy hands I commend my spirit: and having said thus, he gave up the ghost.
47 ιδων δε ο εκατονταρχης το γενομενον εδοξαζεν τον θεον λεγων οντως ο ανθρωπος ουτος δικαιος ην Now when the centurion saw what was done, he glorified God, saying, Certainly this was a righteous man.
48 και παντες οι συνπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρησαντες τα γενομενα τυπτοντες τα στηθη υπεστρεφον And all the people that came together to that sight, beholding the things which were done, smote their breasts, and returned.
49 ειστηκεισαν δε παντες οι γνωστοι αυτω απο μακροθεν και γυναικες αι συνακολουθουσαι αυτω απο της γαλιλαιας ορωσαι ταυτα And all his acquaintance, and the women that followed him from Galilee, stood afar off, beholding these things.
50 και ιδου ανηρ ονοματι ιωσηφ βουλευτης υπαρχων και ανηρ αγαθος και δικαιος And, behold, there was a man named Joseph, a counseller; and he was a good man, and a just:
51 ουτος ουκ ην συνκατατιθειμενος τη βουλη και τη πραξει αυτων απο αριμαθαιας πολεως των ιουδαιων ος προσεδεχετο την βασιλειαν του θεου (The same had not consented to the counsel and deed of them;) he was of Arimathaea, a city of the Jews: who also himself waited for the kingdom of God.
52 ουτος προσελθων τω πειλατω ητησατο το σωμα του ιησου This man went unto Pilate, and begged the body of Jesus.
53 και καθελων ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτον εν μνηματι λαξευτω ου ουκ ην ουδεις ουδεπω κειμενος And he took it down, and wrapped it in linen, and laid it in a sepulchre that was hewn in stone, wherein never man before was laid.
54 και ημερα ην παρασκευης και σαββατον επεφωσκεν And that day was the preparation, and the sabbath drew on.
55 κατακολουθησασαι δε γυναικες αιτινες ησαν συνεληλυθυιαι εκ της γαλιλαιας αυτω εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου And the women also, which came with him from Galilee, followed after, and beheld the sepulchre, and how his body was laid.
56 υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην And they returned, and prepared spices and ointments; and rested the sabbath day according to the commandment.
17 (For of necessity he must release one unto them at the feast.)