menu.png
Lost Password ?

Manual Compare



•••► •••►
Verse Greek NT: Tischendorf 8th Ed. † English: King James Version
1 μετα ταυτα ην η εορτη των ιουδαιων και ανεβη ιησους εις ιεροσολυμα After this there was a feast of the Jews; and Jesus went up to Jerusalem.
2 εστιν δε εν τοις ιεροσολυμοις επι τη προβατικη κολυμβηθρα το λεγομενον εβραιστι βηθζαθα πεντε στοας εχουσα Now there is at Jerusalem by the sheep market a pool, which is called in the Hebrew tongue Bethesda, having five porches.
3 εν ταυταις κατεκειτο πληθος των ασθενουντων τυφλων χωλων ξηρων In these lay a great multitude of impotent folk, of blind, halt, withered, waiting for the moving of the water.
5 ην δε τις ανθρωπος εκει τριακοντα και οκτω ετη εχων εν τη ασθενεια αυτου And a certain man was there, which had an infirmity thirty and eight years.
6 τουτον ιδων ο ιησους κατακειμενον και γνους οτι πολυν ηδη χρονον εχει λεγει αυτω θελεις υγιης γενεσθαι When Jesus saw him lie, and knew that he had been now a long time in that case, he saith unto him, Wilt thou be made whole?
7 απεκριθη αυτω ο ασθενων κυριε ανθρωπον ουκ εχω ινα οταν ταραχθη το υδωρ βαλη με εις την κολυμβηθραν εν ω δε ερχομαι εγω αλλος προ εμου καταβαινει The impotent man answered him, Sir, I have no man, when the water is troubled, to put me into the pool: but while I am coming, another steppeth down before me.
8 λεγει αυτω ο ιησους εγειρε αρον τον κραβαττον σου και περιπατει Jesus saith unto him, Rise, take up thy bed, and walk.
9 και εγενετο υγιης ο ανθρωπος και ηρεν τον κραβαττον αυτου και περιεπατει ην δε σαββατον εν εκεινη τη ημερα And immediately the man was made whole, and took up his bed, and walked: and on the same day was the sabbath.
10 ελεγον ουν οι ιουδαιοι τω τεθεραπευμενω σαββατον εστιν και ουκ εξεστιν σοι αραι τον κραβαττον The Jews therefore said unto him that was cured, It is the sabbath day: it is not lawful for thee to carry thy bed.
11 απεκριθη αυτοις ο ποιησας με υγιη εκεινος μοι ειπεν αρον τον κραβαττον σου και περιπατει He answered them, He that made me whole, the same said unto me, Take up thy bed, and walk.
12 ηρωτησαν αυτον τις εστιν ο ανθρωπος ο ειπων σοι αρον και περιπατει Then asked they him, What man is that which said unto thee, Take up thy bed, and walk?
13 ο δε ασθενων ουκ ηδει τις εστιν ο γαρ ιησους εξενευσεν οχλου οντος εν τω τοπω And he that was healed wist not who it was: for Jesus had conveyed himself away, a multitude being in that place.
14 μετα ταυτα ευρισκει αυτον ο ιησους εν τω ιερω και ειπεν αυτω ιδε υγιης γεγονας μηκετι αμαρτανε ινα μη χειρον σοι τι γενηται Afterward Jesus findeth him in the temple, and said unto him, Behold, thou art made whole: sin no more, lest a worse thing come unto thee.
15 απηλθεν ο ανθρωπος και ειπεν τοις ιουδαιοις οτι ιησους εστιν ο ποιησας αυτον υγιη The man departed, and told the Jews that it was Jesus, which had made him whole.
16 και δια τουτο εδιωκον οι ιουδαιοι τον ιησουν οτι ταυτα εποιει εν σαββατω And therefore did the Jews persecute Jesus, and sought to slay him, because he had done these things on the sabbath day.
17 ο δε απεκρινατο αυτοις ο πατηρ μου εως αρτι εργαζεται καγω εργαζομαι But Jesus answered them, My Father worketh hitherto, and I work.
18 δια τουτο μαλλον εζητουν αυτον οι ιουδαιοι αποκτειναι οτι ου μονον ελυεν το σαββατον αλλα και πατερα ιδιον ελεγεν τον θεον ισον εαυτον ποιων τω θεω Therefore the Jews sought the more to kill him, because he not only had broken the sabbath, but said also that God was his Father, making himself equal with God.
19 απεκρινατο ουν ο ιησους και ελεγεν αυτοις αμην αμην λεγω υμιν ου δυναται ο υιος ποιειν αφ εαυτου ουδεν αν μη τι βλεπη τον πατερα ποιουντα α γαρ αν εκεινος ποιη ταυτα και ο υιος ποιει ομοιως Then answered Jesus and said unto them, Verily, verily, I say unto you, The Son can do nothing of himself, but what he seeth the Father do: for what things soever he doeth, these also doeth the Son likewise.
20 ο γαρ πατηρ φιλει τον υιον και παντα δεικνυσιν αυτω α αυτος ποιει και μειζονα τουτων δειξει αυτω εργα ινα υμεις θαυμαζετε For the Father loveth the Son, and sheweth him all things that himself doeth: and he will shew him greater works than these, that ye may marvel.
21 ωσπερ γαρ ο πατηρ εγειρει τους νεκρους και ζωοποιει ουτως και ο υιος ους θελει ζωοποιει For as the Father raiseth up the dead, and quickeneth them; even so the Son quickeneth whom he will.
22 ουδε γαρ ο πατηρ κρινει ουδενα αλλα την κρισιν πασαν δεδωκεν τω υιω For the Father judgeth no man, but hath committed all judgment unto the Son:
23 ινα παντες τιμωσι τον υιον καθως τιμωσι τον πατερα ο μη τιμων τον υιον ου τιμα τον πατερα τον πεμψαντα αυτον That all men should honour the Son, even as they honour the Father. He that honoureth not the Son honoureth not the Father which hath sent him.
24 αμην αμην λεγω υμιν οτι ο τον λογον μου ακουων και πιστευων τω πεμψαντι με εχει ζωην αιωνιον και εις κρισιν ουκ ερχεται αλλα μεταβεβηκεν εκ του θανατου εις την ζωην Verily, verily, I say unto you, He that heareth my word, and believeth on him that sent me, hath everlasting life, and shall not come into condemnation; but is passed from death unto life.
25 αμην αμην λεγω υμιν οτι ερχεται ωρα και νυν εστιν οτε οι νεκροι ακουσουσιν της φωνης του υιου του θεου και οι ακουσαντες ζησουσιν Verily, verily, I say unto you, The hour is coming, and now is, when the dead shall hear the voice of the Son of God: and they that hear shall live.
26 ωσπερ γαρ ο πατηρ εχει ζωην εν εαυτω ουτως και τω υιω εδωκεν ζωην εχειν εν εαυτω For as the Father hath life in himself; so hath he given to the Son to have life in himself;
27 και εξουσιαν εδωκεν αυτω κρισιν ποιειν οτι υιος ανθρωπου εστιν And hath given him authority to execute judgment also, because he is the Son of man.
28 μη θαυμαζετε τουτο οτι ερχεται ωρα εν η παντες οι εν τοις μνημειοις ακουσουσιν της φωνης αυτου Marvel not at this: for the hour is coming, in the which all that are in the graves shall hear his voice,
29 και εκπορευσονται οι τα αγαθα ποιησαντες εις αναστασιν ζωης οι τα φαυλα πραξαντες εις αναστασιν κρισεως And shall come forth; they that have done good, unto the resurrection of life; and they that have done evil, unto the resurrection of damnation.
30 ου δυναμαι εγω ποιειν απ εμαυτου ουδεν καθως ακουω κρινω και η κρισις η εμη δικαια εστιν οτι ου ζητω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με I can of mine own self do nothing: as I hear, I judge: and my judgment is just; because I seek not mine own will, but the will of the Father which hath sent me.
31 εαν εγω μαρτυρω περι εμαυτου η μαρτυρια μου ουκ εστιν αληθης If I bear witness of myself, my witness is not true.
32 αλλος εστιν ο μαρτυρων περι εμου και οιδατε οτι αληθης εστιν η μαρτυρια ην μαρτυρει περι εμου There is another that beareth witness of me; and I know that the witness which he witnesseth of me is true.
33 υμεις απεσταλκατε προς ιωαννην και μεμαρτυρηκεν τη αληθεια Ye sent unto John, and he bare witness unto the truth.
34 εγω δε ου παρα ανθρωπου την μαρτυριαν λαμβανω αλλα ταυτα λεγω ινα υμεις σωθητε But I receive not testimony from man: but these things I say, that ye might be saved.
35 εκεινος ην ο λυχνος ο καιομενος και φαινων υμεις δε ηθελησατε αγαλλιαθηναι προς ωραν εν τω φωτι αυτου He was a burning and a shining light: and ye were willing for a season to rejoice in his light.
36 εγω δε εχω την μαρτυριαν μειζω του ιωαννου τα γαρ εργα α δεδωκεν μοι ο πατηρ ινα τελειωσω αυτα αυτα τα εργα α ποιω μαρτυρει περι εμου οτι ο πατηρ με απεσταλκεν But I have greater witness than that of John: for the works which the Father hath given me to finish, the same works that I do, bear witness of me, that the Father hath sent me.
37 και ο πεμψας με πατηρ εκεινος μεμαρτυρηκεν περι εμου ουτε φωνην αυτου πωποτε ακηκοατε ουτε ειδος αυτου εωρακατε And the Father himself, which hath sent me, hath borne witness of me. Ye have neither heard his voice at any time, nor seen his shape.
38 και τον λογον αυτου ουκ εχετε εν υμιν μενοντα οτι ον απεστειλεν εκεινος τουτω υμεις ου πιστευετε And ye have not his word abiding in you: for whom he hath sent, him ye believe not.
39 εραυνατε τας γραφας οτι υμεις δοκειτε εν αυταις ζωην αιωνιον εχειν και εκειναι εισιν αι μαρτυρουσαι περι εμου Search the scriptures; for in them ye think ye have eternal life: and they are they which testify of me.
40 και ου θελετε ελθειν προς με ινα ζωην εχητε And ye will not come to me, that ye might have life.
41 δοξαν παρα ανθρωπων ου λαμβανω I receive not honour from men.
42 αλλα εγνωκα υμας οτι ουκ εχετε την αγαπην του θεου εν εαυτοις But I know you, that ye have not the love of God in you.
43 εγω εληλυθα εν τω ονοματι του πατρος μου και ου λαμβανετε με εαν αλλος ελθη εν τω ονοματι τω ιδιω εκεινον λημψεσθε I am come in my Father's name, and ye receive me not: if another shall come in his own name, him ye will receive.
44 πως δυνασθε υμεις πιστευσαι δοξαν παρα αλληλων λαμβανοντες και την δοξαν την παρα του μονου θεου ου ζητειτε How can ye believe, which receive honour one of another, and seek not the honour that cometh from God only?
45 μη δοκειτε οτι εγω κατηγορησω υμων προς τον πατερα εστιν ο κατηγορων υμων μωυσης εις ον υμεις ηλπικατε Do not think that I will accuse you to the Father: there is one that accuseth you, even Moses, in whom ye trust.
46 ει γαρ επιστευετε μωυσει επιστευετε αν εμοι περι γαρ εμου εκεινος εγραψεν For had ye believed Moses, ye would have believed me: for he wrote of me.
47 ει δε τοις εκεινου γραμμασιν ου πιστευετε πως τοις εμοις ρημασιν πιστευσετε But if ye believe not his writings, how shall ye believe my words?
4 For an angel went down at a certain season into the pool, and troubled the water: whosoever then first after the troubling of the water stepped in was made whole of whatsoever disease he had.