menu.png
Lost Password ?

Manual Compare



•••► •••►
Verse Greek NT: Tischendorf 8th Ed. † English: King James Version
1 και τινες κατελθοντες απο της ιουδαιας εδιδασκον τους αδελφους οτι εαν μη περιτμηθητε τω εθει τω μωυσεως ου δυνασθε σωθηναι And certain men which came down from Judaea taught the brethren, and said, Except ye be circumcised after the manner of Moses, ye cannot be saved.
2 γενομενης δε στασεως και ζητησεως ουκ ολιγης τω παυλω και τω βαρναβα προς αυτους εταξαν αναβαινειν παυλον και βαρναβαν και τινας αλλους εξ αυτων προς τους αποστολους και πρεσβυτερους εις ιερουσαλημ περι του ζητηματος τουτου When therefore Paul and Barnabas had no small dissension and disputation with them, they determined that Paul and Barnabas, and certain other of them, should go up to Jerusalem unto the apostles and elders about this question.
3 οι μεν ουν προπεμφθεντες υπο της εκκλησιας διηρχοντο την τε φοινικην και σαμαριαν εκδιηγουμενοι την επιστροφην των εθνων και εποιουν χαραν μεγαλην πασιν τοις αδελφοις And being brought on their way by the church, they passed through Phenice and Samaria, declaring the conversion of the Gentiles: and they caused great joy unto all the brethren.
4 παραγενομενοι δε εις ιερουσαλημ παρεδεχθησαν υπο της εκκλησιας και των αποστολων και των πρεσβυτερων ανηγγειλαν τε οσα ο θεος εποιησεν μετ αυτων And when they were come to Jerusalem, they were received of the church, and of the apostles and elders, and they declared all things that God had done with them.
5 εξανεστησαν δε τινες των απο της αιρεσεως των φαρισαιων πεπιστευκοτες λεγοντες οτι δει περιτεμνειν αυτους παραγγελλειν τε τηρειν τον νομον μωυσεως But there rose up certain of the sect of the Pharisees which believed, saying, That it was needful to circumcise them, and to command them to keep the law of Moses.
6 συνηχθησαν δε οι αποστολοι και οι πρεσβυτεροι ιδειν περι του λογου τουτου And the apostles and elders came together for to consider of this matter.
7 πολλης δε ζητησεως γενομενης αναστας πετρος ειπεν προς αυτους ανδρες αδελφοι υμεις επιστασθε οτι αφ ημερων αρχαιων εν υμιν εξελεξατο ο θεος δια του στοματος μου ακουσαι τα εθνη τον λογον του ευαγγελιου και πιστευσαι And when there had been much disputing, Peter rose up, and said unto them, Men and brethren, ye know how that a good while ago God made choice among us, that the Gentiles by my mouth should hear the word of the gospel, and believe.
8 και ο καρδιογνωστης θεος εμαρτυρησεν αυτοις δους το πνευμα το αγιον καθως και ημιν And God, which knoweth the hearts, bare them witness, giving them the Holy Ghost, even as he did unto us;
9 και ουθεν διεκρινεν μεταξυ ημων τε και αυτων τη πιστει καθαρισας τας καρδιας αυτων And put no difference between us and them, purifying their hearts by faith.
10 νυν ουν τι πειραζετε τον θεον επιθειναι ζυγον επι τον τραχηλον των μαθητων ον ουτε οι πατερες ημων ουτε ημεις ισχυσαμεν βαστασαι Now therefore why tempt ye God, to put a yoke upon the neck of the disciples, which neither our fathers nor we were able to bear?
11 αλλα δια της χαριτος του κυριου ιησου πιστευομεν σωθηναι καθ ον τροπον κακεινοι But we believe that through the grace of the Lord Jesus Christ we shall be saved, even as they.
12 εσιγησεν δε παν το πληθος και ηκουον βαρναβα και παυλου εξηγουμενων οσα εποιησεν ο θεος σημεια και τερατα εν τοις εθνεσιν δι αυτων Then all the multitude kept silence, and gave audience to Barnabas and Paul, declaring what miracles and wonders God had wrought among the Gentiles by them.
13 μετα δε το σιγησαι αυτους απεκριθη ιακωβος λεγων ανδρες αδελφοι ακουσατε μου And after they had held their peace, James answered, saying, Men and brethren, hearken unto me:
14 συμεων εξηγησατο καθως πρωτον ο θεος επεσκεψατο λαβειν εξ εθνων λαον τω ονοματι αυτου Simeon hath declared how God at the first did visit the Gentiles, to take out of them a people for his name.
15 και τουτω συμφωνουσιν οι λογοι των προφητων καθως γεγραπται And to this agree the words of the prophets; as it is written,
16 μετα ταυτα αναστρεψω και ανοικοδομησω την σκηνην δαυειδ την πεπτωκυιαν και τα κατεστραμμενα αυτης ανοικοδομησω και ανορθωσω αυτην After this I will return, and will build again the tabernacle of David, which is fallen down; and I will build again the ruins thereof, and I will set it up:
17 οπως αν εκζητησωσιν οι καταλοιποι των ανθρωπων τον κυριον και παντα τα εθνη εφ ους επικεκληται το ονομα μου επ αυτους λεγει κυριος ποιων ταυτα That the residue of men might seek after the Lord, and all the Gentiles, upon whom my name is called, saith the Lord, who doeth all these things.
18 γνωστα απ αιωνος Known unto God are all his works from the beginning of the world.
19 διο εγω κρινω μη παρενοχλειν τοις απο των εθνων επιστρεφουσιν επι τον θεον Wherefore my sentence is, that we trouble not them, which from among the Gentiles are turned to God:
20 αλλα επιστειλαι αυτοις του απεχεσθαι των αλισγηματων των ειδωλων και της πορνειας και του πνικτου και του αιματος But that we write unto them, that they abstain from pollutions of idols, and from fornication, and from things strangled, and from blood.
21 μωυσης γαρ εκ γενεων αρχαιων κατα πολιν τους κηρυσσοντας αυτον εχει εν ταις συναγωγαις κατα παν σαββατον αναγινωσκομενος For Moses of old time hath in every city them that preach him, being read in the synagogues every sabbath day.
22 τοτε εδοξεν τοις αποστολοις και τοις πρεσβυτεροις συν ολη τη εκκλησια εκλεξαμενους ανδρας εξ αυτων πεμψαι εις αντιοχειαν συν τω παυλω και βαρναβα ιουδαν τον καλουμενον βαρσαββαν και σιλαν ανδρας ηγουμενους εν τοις αδελφοις Then pleased it the apostles and elders, with the whole church, to send chosen men of their own company to Antioch with Paul and Barnabas; namely, Judas surnamed Barsabas, and Silas, chief men among the brethren:
23 γραψαντες δια χειρος αυτων οι αποστολοι και οι πρεσβυτεροι αδελφοι τοις κατα την αντιοχειαν και συριαν και κιλικιαν αδελφοις τοις εξ εθνων χαιρειν And they wrote letters by them after this manner; The apostles and elders and brethren send greeting unto the brethren which are of the Gentiles in Antioch and Syria and Cilicia:
24 επειδη ηκουσαμεν οτι τινες εξ ημων εξελθοντες εταραξαν υμας λογοις ανασκευαζοντες τας ψυχας υμων οις ου διεστειλαμεθα Forasmuch as we have heard, that certain which went out from us have troubled you with words, subverting your souls, saying, Ye must be circumcised, and keep the law: to whom we gave no such commandment:
25 εδοξεν ημιν γενομενοις ομοθυμαδον εκλεξαμενοις ανδρας πεμψαι προς υμας συν τοις αγαπητοις ημων βαρναβα και παυλω It seemed good unto us, being assembled with one accord, to send chosen men unto you with our beloved Barnabas and Paul,
26 ανθρωποις παραδεδωκοσι τας ψυχας αυτων υπερ του ονοματος του κυριου ημων ιησου χριστου Men that have hazarded their lives for the name of our Lord Jesus Christ.
27 απεσταλκαμεν ουν ιουδαν και σιλαν και αυτους δια λογου απαγγελλοντας τα αυτα We have sent therefore Judas and Silas, who shall also tell you the same things by mouth.
28 εδοξεν γαρ τω πνευματι τω αγιω και ημιν μηδεν πλεον επιτιθεσθαι υμιν βαρος πλην τουτων των επαναγκες For it seemed good to the Holy Ghost, and to us, to lay upon you no greater burden than these necessary things;
29 απεχεσθαι ειδωλοθυτων και αιματος και πνικτων και πορνειας εξ ων διατηρουντες εαυτους ευ πραξετε ερρωσθε That ye abstain from meats offered to idols, and from blood, and from things strangled, and from fornication: from which if ye keep yourselves, ye shall do well. Fare ye well.
30 οι μεν ουν απολυθεντες κατηλθον εις αντιοχειαν και συναγαγοντες το πληθος επεδωκαν την επιστολην So when they were dismissed, they came to Antioch: and when they had gathered the multitude together, they delivered the epistle:
31 αναγνοντες δε εχαρησαν επι τη παρακλησει Which when they had read, they rejoiced for the consolation.
32 ιουδας τε και σιλας και αυτοι προφηται οντες δια λογου πολλου παρεκαλεσαν τους αδελφους και επεστηριξαν And Judas and Silas, being prophets also themselves, exhorted the brethren with many words, and confirmed them.
33 ποιησαντες δε χρονον απελυθησαν μετ ειρηνης απο των αδελφων προς τους αποστειλαντας αυτους And after they had tarried there a space, they were let go in peace from the brethren unto the apostles.
35 παυλος δε και βαρναβας διετριβον εν αντιοχεια διδασκοντες και ευαγγελιζομενοι μετα και ετερων πολλων τον λογον του κυριου Paul also and Barnabas continued in Antioch, teaching and preaching the word of the Lord, with many others also.
36 μετα δε τινας ημερας ειπεν προς βαρναβαν παυλος επιστρεψαντες δη επισκεψωμεθα τους αδελφους κατα πολιν πασαν εν αις κατηγγειλαμεν τον λογον του κυριου πως εχουσιν And some days after Paul said unto Barnabas, Let us go again and visit our brethren in every city where we have preached the word of the Lord, and see how they do.
37 βαρναβας δε εβουλετο συνπαραλαβειν και τον ιωαννην τον καλουμενον μαρκον And Barnabas determined to take with them John, whose surname was Mark.
38 παυλος δε ηξιου τον αποσταντα απ αυτων απο παμφυλιας και μη συνελθοντα αυτοις εις το εργον μη συνπαραλαμβανειν τουτον But Paul thought not good to take him with them, who departed from them from Pamphylia, and went not with them to the work.
39 εγενετο δε παροξυσμος ωστε αποχωρισθηναι αυτους απ αλληλων τον τε βαρναβαν παραλαβοντα τον μαρκον εκπλευσαι εις κυπρον And the contention was so sharp between them, that they departed asunder one from the other: and so Barnabas took Mark, and sailed unto Cyprus;
40 παυλος δε επιλεξαμενος σιλαν εξηλθεν παραδοθεις τη χαριτι του κυριου υπο των αδελφων And Paul chose Silas, and departed, being recommended by the brethren unto the grace of God.
41 διηρχετο δε την συριαν και κιλικιαν επιστηριζων τας εκκλησιας And he went through Syria and Cilicia, confirming the churches.
34 Notwithstanding it pleased Silas to abide there still.